Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.338 Joseph. AJ 19.343 (English) >>Joseph. AJ 19.348

19.341τοῦτο δὲ ἄρα ἔμελλεν τῆς πρὸς Μάρσον ἀρχὴ γενήσεσθαι διαφορᾶς· συγκαθεζόμενος γὰρ ἐπὶ τῆς ἀπήνης ἐπήγετο τοὺς ἄλλους βασιλέας, Μάρσῳ δʼ τούτων ὁμόνοια καὶ μέχρι τοσοῦδε φιλία πρὸς ἀλλήλους ὑπωπτεύθη συμφέρειν οὐχ ὑπολαμβάνοντι Ῥωμαίοις δυναστῶν τοσούτων συμφρόνησιν. εὐθὺς οὖν ἑκάστῳ τῶν ἐπιτηδείων τινὰς πέμπων ἐπέστελλεν ἐπὶ τὰ ἑαυτοῦ δίχα μελλήσεως ἀπέρχεσθαι. 19.342ταῦτα Ἀγρίππας ἀνιαρῶς ἐξεδέχετο· καὶ Μάρσῳ μὲν ἐκ τούτου διαφόρως ἔσχεν, τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ἀντʼ αὐτοῦ κατέστησεν ἀρχιερέα Ἐλιωναῖον τὸν τοῦ Κιθαίρου παῖδα. 19.343

Τρίτον δὲ ἔτος αὐτῷ βασιλεύοντι τῆς ὅλης Ἰουδαίας πεπλήρωτο, καὶ παρῆν εἰς πόλιν Καισάρειαν, τὸ πρότερον Στράτωνος πύργος ἐκαλεῖτο. συνετέλει δʼ ἐνταῦθα θεωρίας εἰς τὴν Καίσαρος τιμὴν ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἑορτήν τινα ταύτην ἐπιστάμενος, καὶ παρʼ αὐτὴν ἤθροιστο τῶν κατὰ τὴν ἐπαρχίαν ἐν τέλει καὶ προβεβηκότων εἰς ἀξίαν πλῆθος. 19.344δευτέρᾳ δὴ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. ἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε μαρμαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες. 19.345εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνῳ πρὸς ἀγαθοῦ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προσαγορεύοντες εὐμενής τε εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν κρείττονά σε θνητῆς φύσεως ὁμολογοῦμεν.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.338 Joseph. AJ 19.343 (English) >>Joseph. AJ 19.348

Powered by PhiloLogic